Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.277 Joseph. AJ 6.281 (English) >>Joseph. AJ 6.284

6.279καὶ οἱ μὲν ἐπὶ τὴν θήραν καὶ τὴν σύλληψιν τοῦ Δαυίδου προῆγον τὸν βασιλέα σπουδάζοντες μὴ μόνον αὐτῷ μηνῦσαι τὸν ἐχθρὸν αὐτῷ τὴν εὔνοιαν, ἀλλὰ καὶ τῷ παρασχεῖν αὐτὸν εἰς ἐξουσίαν φανερωτέραν καταστῆσαι· διήμαρτον δὲ τῆς ἀδίκου καὶ πονηρᾶς ἐπιθυμίας, οἳ μηδὲν κινδυνεύειν ἔμελλον ἐκ τοῦ μὴ ταῦτʼ ἐμφανίσαι τῷ Σαούλῳ, 6.280διὰ δὲ κολακείαν καὶ κέρδους προσδοκίαν παρὰ τοῦ βασιλέως ἄνδρα θεοφιλῆ καὶ παρὰ δίκην ζητούμενον ἐπὶ θανάτῳ καὶ λανθάνειν δυνάμενον διέβαλλον καὶ παραδώσειν ὑπέσχοντο· γνοὺς γὰρ Δαυίδης τὴν τῶν Ζιφηνῶν κακοήθειαν καὶ τὴν τοῦ βασιλέως ἔφοδον ἐκλείπει μὲν τὰ στενὰ τῆς ἐκείνων χώρας, φεύγει δὲ ἐπὶ τὴν μεγάλην πέτραν τὴν οὖσαν ἐν τῇ Σίμωνος ἐρήμῳ. 6.281

Ὥρμησεν δὲ ἐπʼ ἐκείνην διώκειν Σαοῦλος· κατὰ γὰρ τὴν ὁδὸν ἀναχωρήσαντα ἐκ τῶν στενῶν μαθὼν τὸν Δαυίδην ἐπὶ τὸ ἕτερον μέρος τῆς πέτρας ἀπῆρεν. ἀντιπεριέσπασαν δὲ τὸν Σαοῦλον ἀπὸ τῆς διώξεως τοῦ Δαυίδου μέλλοντος ἤδη συλλαμβάνεσθαι Παλαιστῖνοι πάλιν ἐπὶ τὴν Ἑβραίων ἐστρατευκέναι χάραν ἀκουσθέντες· ἐπὶ γὰρ τούτους ἀνέστρεψε φύσει πολεμίους ὄντας αὐτοὺς ἀμύνασθαι κρίνας ἀναγκαιότερον, τὸν ἴδιον σπουδάζοντα λαβεῖν ἐχθρὸν ὑπεριδεῖν τὴν γῆν κακωθεῖσαν. 6.282

Καὶ Δαυίδης μὲν οὕτως ἐκ παραλόγου τὸν κίνδυνον διαφυγὼν εἰς τὰ στενὰ τῆς Ἐνγεδηνῆς ἀφικνεῖται· Σαούλῳ δὲ ἐκβαλόντι τοὺς Παλαιστίνους ἧκον ἀπαγγέλλοντές τινες τὸν Δαυίδην ἐν τοῖς Ἐγγεδηνῆς διατρίβειν ὅροις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.277 Joseph. AJ 6.281 (English) >>Joseph. AJ 6.284

Powered by PhiloLogic